Ο Ακάθιστος Ύμνος

γγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα

Βλέπουσα ἡ Ἁγία ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω

Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως

χουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη

κουσαν oἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον

Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες

δον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ

Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον

Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ’ ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων

Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοώντας

λος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δε τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως

ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν

Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντας σοι προσφωνεῖν διδάξας

μνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν

Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄυλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα

Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι’ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως

Ψάλλοντές σου τὸν τόκον ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον· δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας

Create your website with WordPress.com
Ξεκινήστε
Αρέσει σε %d bloggers:
search previous next tag category expand menu location phone mail time cart zoom edit close