Ἀπολυτίκιον. Ἦχος α´.
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόστολοι Ἐκ Περάτων, Συναθροισθέντες Ἐνθάδε, Γεθσημανῇ Τῷ Χωρίῳ, Κηδεύσατέ Μου Τὸ Σῶμα, Καὶ Σὺ Υἱὲ Καὶ Θεέ Μου, Παράλαβέ Μου Τὸ Πνεῦμα.